Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.181 Joseph. AJ 3.186 (English) >>Joseph. AJ 3.190

3.184ἀποσημαίνει δὲ καὶ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατʼ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς. 3.185καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε· καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει· ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει· καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα. 3.186τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατʼ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι· καὶ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος, 3.187οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, μάλιστα χαίρει τὸ θεῖον. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτόν μοι δεδηλώσθω πολλάκις τε καὶ ἐν πολλοῖς τὴν ἀρετὴν τοῦ νομοθέτου παρεξόντων ἡμῖν διελθεῖν τῶν πραγμάτων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.181 Joseph. AJ 3.186 (English) >>Joseph. AJ 3.190

Powered by PhiloLogic